Tag Archives: Cipris

El poder de l’amor de Σοφοκλής

Venus i Cupido, Lorenzo Lotto

Detall de Venus i Cupido, Lorenzo Lotto

Ὦ παῖδες, ἤτοι Κύπρις οὐ Κύπρις μόνον
ἀλλ’ ἐστὶ πολλῶν ὀνομάτων ἐπώνυμος.
Ἔστιν μὲν Ἅιδης, ἔστι δ’ ἄφθιτος βία,
ἔστιν δὲ λύσσα μανιάς, ἔστι δ’ ἵμερος
ἄκρατος, ἔστ’ οἰμωγμός. ἐν κείνῃ τὸ πᾶν
σπουδαῖον, ἡσυχαῖον, ἐκ βίας ἄγον.
᾿Εντήκεται γἀρ πλευμόνων ὅσοις ἔνι
ψυχή· τίς οὐχὶ τῆσδε τῆς θεοῦ πόρος;
εἰσέρχεται μὲν ἰχθύων πλωτῷ γένει,
ἔνεστι δ’ ἐν χέρσου τετρασκελεῖ γονῇ,
νωμᾷ δ’ ἐν οἰωνοῖσι τοὐκείνης πτερόν.
ἐν θηρσίν, ἐν βροτοῖσιν, ἐν θεοῖς ἄνω
Τίν’ οὐ παλαίουσ’ ἐς τρὶς ἐκβἀλλει θεῶν;
εἴ μοι θέμις, θέμις δὲ τἀληθῆ λέγειν,
Διὸς τυραννεῖ πλευμόνων, ἄνευ δορός,
ἄνευ σιδήρου. πάντα τοι συντέμνεται
Κύπρις τἀ θνητῶν καὶ θεῶν βουλεύματα.

Què significa epònim?

Quins epònims atorga Sòfocles a ‘Cipris’?

De quina cara de ‘Cipris’ ens parla l’autor grec? La dolça o l’agressiva?

Quin és el poder de l’amor segons Sòfocles?

Constanza Ledesma
2n batx. Grec