Daily Archives: 19 octubre 2013

Traduïm un text de Pausànias

Nosaltres, la Nora, la Marta, la Xènia, l’Andrea i la Irina, hem traduït juntes a classe de grec un altre fragment del llibre V de  la  Descripció de Grècia de Pausànias. Aquest text parla sobre l’estàtua de Zeus d’Olímpia feta per Fídias.

“Kαθέζεται μὲν δὴ ὁ θεὸς ἐν θρόνῳ χρυσοῦ πεποιημένος καὶ ἐλέφαντος: στέφανος δὲ ἐπίκειταί οἱ τῇ κεφαλῇ μεμιμημένος ἐλαίας κλῶνας. ἐν μὲν δὴ τῇ δεξιᾷ φέρει Νίκην ἐξ ἐλέφαντος καὶ ταύτην καὶ χρυσοῦ, ταινίαν τε ἔχουσαν καὶ ἐπὶ τῇ κεφαλῇ στέφανον: τῇ δὲ ἀριστερᾷ τοῦ θεοῦ χειρὶ ἔνεστι σκῆπτρον μετάλλοις τοῖς πᾶσιν ἠνθισμένον, ὁ δὲ ὄρνις ὁ ἐπὶ τῷ σκήπτρῳ καθήμενός ἐστιν ὁ ἀετός. χρυσοῦ δὲ καὶ τὰ ὑποδήματα τῷ θεῷ καὶ ἱμάτιον ὡσαύτως ἐστί: τῷ δὲ ἱματίῳ ζῴδιά τε καὶ τῶν ἀνθῶν τὰ κρίνα ἐστὶν ἐμπεποιημένα.  ὁ δὲ θρόνος ποικίλος μὲν χρυσῷ καὶ λίθοις, ποικίλος δὲ καὶ ἐβένῳ τε καὶ ἐλέφαντί ἐστι.”

Finalment, nosaltres, l’Andrea i la Irina, hem decidit de plantejar hic et nunc a la resta de la classe i als aràcnides hel·lènics d’arreu algunes preguntes que ens agradaria que contestéssiu en grec:

1) τίς ἐστιν ?

2) τίς Ζεύς ἐστιν?

3) Ποῦ καθέζεται Ζεύς?

4) Τί ἐπίκειται τῇ κεφαλῇ?

5) Τί μιμεῖται ὁ στέφανος?

6) ᾿Εν  δεξιᾷ  χειρί τί φέρει?

7) Τί φέρει Νίκη ἐπὶ τῇ κεφαλῇ?

8) Τί ἔνεστι τῇ  ἀριστερᾷ τοῦ θεοῦ?

9) Τίς ὄρνις ὁ ἑπὶ τῷ σκήπτρῳ καθήμενός ἐστιν?

10) Τί φέρει τo χρυσοῦ ὁ θεός?

11) Πῶς ἐστίν ἱμάτιον ?

12) Πῶς ἑστίν ὁ θρόνος?

Zeus d’Olímpia, etiquetat en grec per Nora a partir de Grec 1, de M.Capellà, ed. Teide